Skip to content

Reading / swete-lxx / job / 35

※ TRANSLATION
FOLIO § 02 · JOB.35
CHAPTER 35

Job35

Swete Greek Septuagint · 15 verses · ~1 min reading

Elihu on God's Majesty

Ὑκπολαβὰν δὲ Ἐλιοῦς λέγει Τί τοῦτο ἡγήσω ἐν κρίσεις σύ τἰς εἶ ὅτι εἶπας Δίκαιός εἰμι ἔναντι Κυρίου ἐγὼ σοὶ δώσω ἀπόκρισιν καὶ τοῖς τρισὶν φίλοις σου. ἀνάβλεψον εἰς τὸν οὐρανὸν καὶ ἵδε, κατάμαθε δὲ νέφη ὡς ὑψηλὰ ἀπὸ σοῦ. εἰ ἥμαρτες, τί πράξεις εἰ δὲ καὶ πολλὰ ἠνόμησας, τί δύνασαι ποιῆσαι; ἐπεὶ δὲ οὖν δίκαιος εἶ, τί δώσεις αὐτῷ, ἢ τί ἐκ χειρός σου λήμψεταις ἀνδρὶ τῷ ὁμοίῳ σου ἡ ἀσέβειά σου, καὶ υἱῷ ἀνθρώπου ἡ δικαιοσύνη σου. ἀπὸ πλήθους συκοφαντούμενοι κεκράξονται, βοήσονται ἀπὸ βραχίονος πολλῶν. καὶ οὐκ εἶπεν Ποῦ ἐστιν ὁ θεὸς ὁ ποιήσας με, ὁ κατατάσσαων φυλακὰς υυκτερινάς, ὁ διορίζων με ἀπὸ τετραπόδων γῆς, ἀπὸ δὲ πετεινῶν οὐρανοῦ; ἐκεῖ κεκράξονται, καὶ οὐ μὴ εἰσακούσῃ, καὶ ἀπὸ ὕβρεως πονηρῶν. ἄτοπα γὰρ οὐ βούλεται ὁ κύριος ἰδεῖναὐτὸς γὰρ ὁ παντοκράτωρ ὄρατής ἐστιν τῶν συντελούντων τὰ ἄνομα, καὶ σώσει με. κρίθητι δὲ ἐναντίον αὐτοῦ, εἰ δύνασαι αἰνέσαι αὐτὸν ὡς ἔστιν. καὶ νῦν ὅτι οὐκ ἔστιν ἐπισκεπτόμενος ὄργὴν αὐτοῦ καὶ οὐκ ἔγνω παράπτωμά τι καὶ Ἰὼβ ματαίως ἀνοίγει τὸ στόμα αὐτοῦ, ἐν ἀγνωσίᾳ ῥήματα βαρύνει.

Text: H.B. Swete. Licensed CC BY-SA 4.0.