※ TRANSLATION
FOLIO § 02 · PSSOL.I
CHAPTER I
Psalms of Solomon1
Swete Greek Septuagint · 8 verses · ~1 min reading
Psalm of Solomon: A Warning
1•ΕBOΗΣA πρὸς Κύριον ἐν τῷ θλίβεσθαί με εἰς τέλος, πρὸς τὸν θεὸν ἐν τῷ ἐπιθέσθαι ἁμαρτωλούς. 2•ἐξάπινα ἠκούσθη κραυγὴ πολέμου ἐνώπιόν μου· ἐπακούσεταί μου, ὅτι ἐπλήσθην δικαιοσύνης. 3•ἐλογισάμην ἐν καρδίᾳ μου ὅτι ἐπλήσθην δικαιοσύνης, ἐν τῷ εὐθηνῆσαί με καὶ πολλὴν γενέσθαι ἐν τέκνοις. 4•ὁ πλοῦτος αὐτῶν διεδόθη εἰς πᾶσαν τὴν γῆν, καὶ ἡ δόξα αὐτῶν ἕως ἐσχάτου τῆς γῆς. 5•ὑψώθησαν ἕως τῶν ἄστρων, εἶπαν Οὐ μὴ πέσωσιν· 6•καὶ ἐξύβρισαν ἐν τοῖς ἀγαθοῖς αὐτῶν. καὶ οὐκ ἤνεγκαν. 7•αἱ ἁμαρτίαι αὐτῶν ἐν ἀποκρύφοις, καὶ ἐγὼ οὐκ ᾔδειν· 8•αἱ ἀνομίαι αὐτῶν ὑπέρ τὰ πρὸ αὐτῶν ἔθνη, ἐβεβήλωσαν τὰ ἅγια Κυρίου ἐν βεβηλώσει.
Text: H.B. Swete. Licensed CC BY-SA 4.0.