Skip to content

Reading / swete-lxx / psalms-of-solomon / 10

※ TRANSLATION
FOLIO § 02 · PSSOL.X
CHAPTER X

Psalms of Solomon10

Swete Greek Septuagint · 10 verses · ~1 min reading

Psalm of Solomon: Blessedness of the Chastened

Μακάριος ἀνὴρ οὗ ὁ κύριος ἐμνήσθη ἐν ἐλεγμῷ καὶ ἐκυκλώθη ἀπὸ ὁδοῦ πονηρᾶς ἐν μάστιγι, καθαρισθῆναι ἀπὸ ἁμαρτίας, τοῦ μὴ πληθῦναι. ὁ ἑτοιμάζων νῶτον εἰς μάστιγας, καὶ καθαρισθήσεται· χρηστὸς γὰρ ὁ κύριος τοῖς ὑπομένουσιν παιδείαν. ὀρθώσει γὰρ ὁδοὺς δικαίων, καὶ οὐ διαπρέψει ἐν παιδείᾳ. καὶ τὸ ἔλεος Κυρίου ἐπὶ τοὺς ἀγαπῶντας αὐτὸν ἐν ἀληθείg. καὶ μνήσεται Κύριος τῶν δούλων αὐτοῦ ἐν ἐλέει· ἡ γὰρ μαρτυρία ἐν νόμῳ διαθήκης αἰωνίου, ἡ μαρτυρία Κυρίου ἐπὶ ὁδοὺς ἀνθρώπων ἐν ἐπισκοπῇ. ῆίκαιος καὶ ὅσιος Κύριος ἡμῶν κρίμασιν αὐτοῦ εἰς τὸν αἰῶνα, καὶ Ἰσραὴλ αἰνέσει τῷ ὀνόματι Κυρίου ἐν εὐφροσύνῃ. καὶ ὅσιοι ἐξομολογήσονται ἐν ἐκκλησίᾳ λαοῦ, καὶ πτωχοὺς ἐλεήσει ὁ θεὸς ἐν εὐφροσύνῃ Ἰσραήλ. ὅτι χρηστὸς καὶ ἐλεήμων ὁ θεὸς εἰς τὸν αἰῶνα, καὶ συναγωγαὶ Ἰσραὴλ δοξάσουσιν τὸ ὄνομα Κυρίου. τοῦ κυρίου ἡ σωτηρία ἐπὶ οἶκον Ἰσραὴλ εἰς σωφροσύνην αἰώνιον. Ἐν δμνοις τῷ Σαλωμφν.

Text: H.B. Swete. Licensed CC BY-SA 4.0.