Psalms of Solomon14
Psalm of Solomon: The Destiny of the Godly
1•Πιστὸς Κύριος τοῖς ἀγαπῶσιν αὐτὸν ἐν ἀληθείᾳ, τοῖς ὑπομένουσιν παιδείαν αὐτοῦ, τοῖς πορευομένοις ἐν δικαιοσύνῃ προσταγμάτων αὐτοῦ, ἐν νόμῳ ᾧ ἐνετείλατο ἡμῖν εἰς ζωὴν ἡμῶν. 2•ὅσιοι Κυρίου ζήσονται ἐν αὐτῷ εἰς τὸν αἰῶνα· ὁ παράδεισος τοῦ κυρίου, τὰ ξύλα τῆς ζωῆς ὅσιοι αὐτοῦ. 3•ἡ φυτεία αὐτῶν ἐρριζωμένη εἰς τὸν αἰῶνα· οὐκ ἐκτιλήσονται πάσας τὰς ἡμέρας τοῦ οὐρανοῦ, ὅτι ἡ μερὶς καὶ κληρονομία τοῦ θεοῦ ἐστιν Ἰσραήλ. 4•καὶ οὐχ οὕτως οἱ ἁμαρτωλοὶ καὶ παράνομοι, οἳ ἠγάπησαν ἡμέραν ἐν μετοχῇ ἁμαρτίας αὐτῶν· ἐν μικρότητι σαπρίας ἡ ἐπιθυμία αὐτῶν, 5•καὶ οὐκ ἐμνήσθησαν τοῦ θεοῦ. ὅτι ὁδοὶ ἀνθρώπων γναωσταὶ ἐνώπιον αὐτοῦ διὰ παντός, καὶ ταμεῖα καρδίας ἐπίσταται πρὸ τοῦ γενέσθαι. 6•ῇδιὰ τοῦτο ἡ κληρονρμία αὐτῶν ἅδης καὶ σκότος καὶ ἀπώλεια, καὶ οὐχ εὑρεθήσονται ἐν ἡμέρᾳ ἐλέους δικαίων. οἱ δὲ ὅσιοι Κυρίου κληρονομήσουσιν ζωὴν ἐν εὐφροσύνῃ. 11•Ὕμνος τῷ Σαλωμὸν
Text: H.B. Swete. Licensed CC BY-SA 4.0.