Skip to content

Reading / swete-lxx / psalms-of-solomon / 7

※ TRANSLATION
FOLIO § 02 · PSSOL.VII
CHAPTER VII

Psalms of Solomon7

Swete Greek Septuagint · 9 verses · ~1 min reading

Psalm of Solomon: A Prayer in Trouble

Μὴ ἀποσκηνώσῃς ἀφʼ ἡμῶν, ὁ θεός, ἵνα μὴ ἐπιθῶνται ἡμῖν οἵ ἐμίσησαν ἡμᾶς δωρεάν. ὅτι ἀπώσω αὐτούς, ὁ θεός· μὴ πατησάτω ὁ ποὺς αὐτῶν κληρονομίαν ἁγιὶσματός σου. σὺ ἐν θελήματί σου παίδευσον ἡμᾶς. καὶ μὴ δῷς ἔθνεσιν. ἐὰν γὰρ ἀποστείλῃς θάνατον, σὺ ἐντελῇ αὐτῷ περὶ ἡμῶν· ὅτι σὺ ἐλεήμων, καὶ οὐκ ὀργισθήσῃ τοῦ συντελέσαι ἡμᾶς, ἐν τῷ κατασκηνοῦν τὸ ὄνομά σου ἐν μέσῳ ἡμῶν ἐλεηθησόμεθα. καί οὐκ ἰσχύσει πρὸς ἡμᾶς ἔθνος, ὅτι σὺ ὑπερασπιστὴς ἡμῶν. καὶ ἡμεῖς ἐπικαλεσόμεθά σε, καὶ σὺ ἐπακούσῃ ἡμῶν· ῆτι σὺ οἰκτειρήσεις τὸ γένος Ἰσραὴλ εἰς τὸν αἰῶνα καὶ οὐκ ἀπώσει· καὶ ἡμεῖς ὑπὸ ζυγόν σου τὸν αἰῶνα, καὶ μάστιγα παιδίας σου. Τῷ Σαλωμών· ἐπιστροφῆς. κατευθυνεῖς ἡμᾶς ἐν καιρῷ ἀντιλήψεως σου, τοῦ ἐλεῆσαι τὸν οἶκον Ἰακὼβ εἰς ἡμέραν ἐν ἧ ἐπηγγείλω αὐτοῖς.

Text: H.B. Swete. Licensed CC BY-SA 4.0.