Skip to content

Reading / swete-lxx / psalms-of-solomon / 11

※ TRANSLATION
FOLIO § 02 · PSSOL.XI
CHAPTER XI

Psalms of Solomon11

Swete Greek Septuagint · 9 verses · ~1 min reading

Psalm of Solomon: Jerusalem's Restoration

Εαλπίσατε ἐν Σιὼν ἐν σάλπιγγι σημασίας ἁγίων, κηρύξατε ἐν Ἰερουσαλὴμ φωνὴν εὐαγγελιζομένου· ὅτι ἠλέησεν ὁ θεὸς Ἰσραὴλ ἐν τῇ ἐπισκοπῇ αὐτῶν. στῆθι, Ἰερουσαλήμ, ἐφʼ ὑψηλοῦ, καὶ ἴδε τὰ τέκνα σου ἀπὸ ἀνατολῶν καὶ δυσμῶν συνηγμένα εἰς ἅπαξ ἀπὸ Κυρίου. ἀπὸ βορρᾶ ἔρχονται τῇ εὐφροσύνῃ τοῦ θεοῦ αὐτῶν· ἐκ νήσων μακρόθεν συνήγαγεν αὐτοὺς ὁ θεός. ὄρη ὑψηλὰ ἐταπείνωσεν εἰς ὁμαλισμὸν αὐτοῖ · οἱ βουνοὶ ἐφύγοσαν ἀπὸ εἰσόδου αὐτῶν, οἱ δρυμοὶ ἐσκίασαν αὐτοῖς ἐν τῇ παρόδῳ αὐτῶν. π ᾶν ξύλον εὐωδίας ἀνέτειλεν αὐτοῖς ὁ θεός, ἵνα παρέλθῃ Ἰσραὴλ ἐν ἐπισκοπῇ δόξης θεοῦ αὐτῶν, ἔνδυσαι, Ἰερουσαλήμ, τὰ ἱμάτια τῆς δόξης σου, ἑτοίμασον τὴν στολὴν τοῦ ἁγιάσματός σου· ὅτι ὁ θεὸς ἐλάλησεν ἀγαθὰ Ἰσραὴλ εἰς τὸν αἰῶνα καὶ ἔτι. Τῷ Σαλωμών· εἰς προσδοκίαν. ποιήσαι Κύριος ἅ ἐλάλησεν ἐπὶ Ἰσραὴλ καὶ Ἰερουσαλήμ· ἀναστήσαι Κύριος τὸν Ἰσραὴλ ἐν ὀνύματι δάξης αὐτοί. τοῦ κυρίου τὸ ἔλεος ἐπὶ τὸν Ἰσραὴλ εἰς τὸν αἰῶνα καὶ ἔτι

Text: H.B. Swete. Licensed CC BY-SA 4.0.