Skip to content

Reading / swete-lxx / joshua / 20

※ TRANSLATION
FOLIO § 02 · JOS.20
CHAPTER 20

Joshua20

Swete Greek Septuagint · 6 verses · ~1 min reading

Cities of Refuge

Καἰ ἐλάλησεν κύριος τῷ Ἰησοῖ λέγων Λάλησον τοῖς υἱοῖς Ἴσραὴλ λέγων Δότε τὰς πόλεις τῶν φυγαδευτηρίων ἃς εἶπα πρὸς ὑμᾶς διὰ Μωυσῆ. φυγαδευτήριον τῷ πατάξαντι ψυχὴν ἀκουσίως· καὶ ἔσονται ὑμῖν αἱ πόλεις φυγαδευτήριον, καὶ οὐκ ἀποθανεῖται ὁ Φονευτὴς ὑπὸ τοῦ ἀγχιστεύοντος τὸ αἷμα, ἕως ἂν καταστῇ ἐναντίον τῆς συναγωγῆς εἰς κρίσιν. καὶ διέστειλεν τὴν Κάδης ἐν τῇ Γαλειλαίᾳ ἐν τῷ ὄρει τῷ Νεφθαλεί, καὶ Συχὲμ ἐν τῷ ὄρει τῷ Εφράιμ, καὶ τὴν πόλιν Ἀρβόκ, αὕτη ἐστὶν χεβρὼν ἐν τῷ ὄρει τῷ Ἰούδᾳ. καὶ ἐν τῷ πέραν τοῦ Ἰορδάνου ἔδωκεν Βόσορ ἐν τῇ ἐρήμῳ ἐν τῷ πεδίῳ ἀπὸ τῆς φυλῆς Ῥουβήν, καὶ Ἀρημὼθ ἐν τῇ Γαλαὰδ ἐκ τῆς φυλῆς Γάδ, καὶ τὴν Γαυλῶν ἐν τῇ Βασανείτιδι ἐκ τῆς φυλῆς Μανασσή. αὗται αἱ πόλεις αἱ ἐπίκλητοι τοῖς υἱοῖς Ἰσραὴλ καὶ τῷ προσηλύτῳ τῷ προσκειμένῳ ἐν αὐτοῖς, καταφυγεῖν ἐκεῖ παντὶ παίοντι ψυχὴν ἀκουκαταστῇ ἔναντι τῆς συναγωγῆς εἰς κρίσιν.

Text: H.B. Swete. Licensed CC BY-SA 4.0.