※ TRANSLATION
FOLIO § 02 · TOB.IX
CHAPTER IX
Tobit9
Swete Greek Septuagint · 6 verses · ~1 min reading
Raphael Recovers the Money
1•Καὶ ἐκάλεσεν Τωβίας τὸν Ῥαφαὴλ καὶ εἶπεν αὐτῷ 2•Ἀζαρία ἀδελφέ, (3)λάβε μετὰ σεαυτοῦ παῖδα καὶ δύο καμήλους. καὶ πορεύθητι ἐν Ῥάγοις τῆς Μηδείας παρὰ Γαβαήλ, καὶ κόμισαί μοι τὸ ἀργύριον καὶ αὐτὸν ἄγε μοι εἰς τὸν γάμον. 3•διότι ὀμώμοχεν Ῥαγουὴλ μὴ ἐξελθεῖν με· 4•καὶ ὁ πατήρ μου ἀριθμεῖ τὰς ἡμέρας, καὶ ἐὰν χρονίσω μέγα, ὀδυνηθήσεται λίαν. 5•καὶ ἐπορεύθη Ῥαφαήλ, καὶ ηὐλίσθη παρὰ Γαβαήλ, καὶ ἔδωκεν αὐτῷ τὸ χειρόγραφον· ὃς δὲ προήνεγκεν τὰ θυλάκια ἐν ταῖς σφραγῖσιν καὶ ἔδωκεν αὐτῷ. 6•καὶ ὤρθρευσαν κοινῶς καὶ ἤλθοσαν εἰς τὸν γάμον, καὶ εὐλόγησεν Γωβείας τὴν γυναῖκα αὐτοῦ.
Text: H.B. Swete. Licensed CC BY-SA 4.0.