Isaiah15
A Prophecy Against Moab
1•Τὸ ὅραμα τὸ κατὰ τῆς Μωαβίτιδος. Νυκτὸς ἀπολεῖται ἡ Μωαβῖτις, νυκτὸς γὰρ ἀπολεῖται τὸ τεῖχος τῆς Μωαβίτιδος. 2•λυπεῖσθε ἐφ᾿ ἑαυτοῖς, ἀπολεῖται γὰρ Δαιβηδών, οὗ ὁ βωμὸς ὑμῶν· ἐκεῖ ἀναβήσεσθε κλαίειν, ἐπὶ Ναβαῦ τῆς Μωαβίτιδος. ὀλολύζετε, ἐπὶ πάσης κεφαλῆς φαλάκρωμα, πάντες βραχίονες κατατετμημένοι, 3•ἐν ταῖς πλατείαις αὐτῆς περιζώσασθε σάκκους, καὶ κόπτεσθε ἐπὶ τῶν δωμάτων αὐτῆς, καὶ ἐν ταῖς πλατείαις αὐτῆς καὶ ἐν ταῖς ῥύμαις αὑτῆς, πάντες ὀλολύζετε μετὰ κλαυθμοῦ. 4•ὅτι κέκραγεν Ἑσεβὼν καὶ < Ἐλεαλή > , ἕως ἠκούσθη ἡ φωνὴ αὐτῆς· διὰ τοῦτο ἡ ὀσφὺς τῆς Μωαβίτιδος βοᾷ, ἡ ψυχὴ αὐτῆς γνώσεται. 5•δὴ καρδία τῆς Μωαβίτιδος ἐν ἑαυτῇ ἕως Σήγωρ· δάμαλις γὰρ ἐστὶν τριετής· ἐπὶ δὲ τῆς ἀναβάσεως τῆς πρὸς σὲ κλαίοντες ἀναβήσονται τῇ ὁδῷ Ἀδωνίειμ· βοᾷ σύντριμμα καὶ σεισμός, 6•τὸ ὕδωρ τῆς Νεμρεὶμ ἔρημον ἔσται, καὶ ὃ χόρτος αὐτῆς ἐκλείψει· χόρτος γὰρ χλωρὸς οὐκ ἔσται. 7•μὴ καὶ οὕτως μέλλει σωθῆναι; ἐπάξω γὰρ ἐπὶ τὴν φάραγγα Ἄραβας, καὶ λήμψονται αὐτήν. 8•συνῆψεν γὰρ ἡ τὸ ὅρος τῆς Μωαβίτιδος τῆς Ἀγαλλείμ, καὶ ὀλολυγμὸς αὐτῆς ἕως τοῦ φρέατος τοῦ Αἰλείμ. 9•τὸ δὲ ὕδωρ τό ῾Ρεμμὼν πλησθήσεται αἵματος· ἐπάξω γὰρ ἐπὶ ῾Ρεμμὼν Ἄραβας, καὶ ἀρῶ τό σπέρμα Μωὰβ καὶ Ἀριὴλ καὶ τό κατάλοιπον Ἀδαμά.
Text: H.B. Swete. Licensed CC BY-SA 4.0.