Skip to content

Reading / swete-lxx / isaiah / 4

※ TRANSLATION
FOLIO § 02 · ISA.IV
CHAPTER IV

Isaiah4

Swete Greek Septuagint · 6 verses · ~1 min reading

The Branch of the LORD

καὶ ἐπιλήμψονται ἑπτὰ γυναῖκες ἀνθρώπου ἑνὸς λέγουσαι Τὸν ἄρτον ἡμῶν φαγόμεθα, καὶ τὰ ἱμάτια ἡμῶν περιβαλούμεθα· πλὴν τὸ ὄνομα τὸ σὸν κεκλήσθω ἐφ’ ἡμᾶς, ἄφελε τὸν ὀνειδισμὸν ἡμῶν. Τῇ δὲ ἡμέρᾳ ἐκείνῃ λάμψει ὅ θεὸς ἐν βουλῇ μετὰ δόξης ἐπὶ τῆς γῆς, τοῦ ὑψῶσαι καὶ δοξάσαι τὸ καταλειφθὲν τοῦ Ἰσραήλ καὶ ἔσται τὸ ὑπολειφθὲν ἐν Σιὼν καὶ τὸ καταλειφθὲν ἔν Ἰερουσαλήμ, ἅγιοι κληθήσονται πάντες οἶ γραφέντες εἷς ζωὴν ἐν Ἰερουσαλήμ. ὅτι ἐκπλυνεῖ Κύριος τὸν ῥύπον τῶν υἱῶν καὶ τῶν θυγατέρων Σιών, καὶ τὸ αἷμα ἐκκαθαριεῖ ἐκ μέσου αὐτῶν έν πνεύματι κρίσεως. καὶ ἥξει, καὶ ἔσται πᾶς τόπος τοῦ ὅρους Σιὼν καὶ πάντα τὸ. περικύκλῳ αὐτῆς σκιάσει νεφέλη ἡμέρας, καὶ ὡς καπνοῦ καὶ ὡς φωτὸς πυρὸς καιομένου νυκτός· πάσῃ τῇ δόξῃ Κυρίου σκεπασθήσεται· καὶ ἔσται εἷς σκιὰν ἀπὸ καύματος, καὶ ἐν σκέπῃ καὶ ἐν ἀποκρύφῳ σκληρότητος καὶ ὑετοῦ.

Text: H.B. Swete. Licensed CC BY-SA 4.0.