Skip to content

Reading / swete-lxx / psalms / 10

※ TRANSLATION
FOLIO § 02 · PSA.X
CHAPTER X

Psalms10

Swete Greek Septuagint · 7 verses · ~1 min reading

A Prayer Against the Wicked

Εἰς τὸ τέλος· τῷ Δαυεὶδ ψαλμός. Ἐπὶ τῷ κυρίῳ πέποιθα· πῶς ἐρεῖτε τῇ ψυχῇ μου Μεταναστεύου ἐπὶ τὰ ὄρη ὡς στρουθίον ; ὅτι ἰδοὺ οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον, ἡτοίμασαν βέλη εἰς φαρέτραν, τοῦ κατατοξεῦσαι ἐν σκοτομήνῃ τοὺς εὐθεῖς τῇ καρδίᾳ. ὅτι ἃ κατηρτίσω καθεῖλον· ὁ δὲ δίκαιος τί ἐποίησεν ; Κύριος ἐν ναῷ ἁγίῳ αὐτοῦ· Κύριος, ἐν οὐρανῷ ὁ θρόνος αὐτοῦ. οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν πένητα ἀποβλέπουσιν, τὰ βλέφαρα αὐτοῦ ἐξετάζει τοὺς υἱοὺς τῶν ἀνθρώπων. Κύριος ἐξετάζει τὸν δίκαιον καὶ τὸν ἀσεβῆ· ὁ δὲ ἀγαπῶν ἀδικίαν μισεῖ τὴν ἑαυτοῦ ψυχήν. ἐπιβρέξει ἐπὶ ἁμαρτωλοὺς παγίδας· πῦρ καὶ θεῖον καὶ πνεῦμα καταιγίδος ἡ μερὶς τοῦ ποτηρίου αὐτῶν. ὅτι δίκαιος Κύριος καὶ δικαιοσύνας ἠγάπησεν, εὐθύτητα εἶδεν τὸ πρόσωπον αὐτοῦ.

Text: H.B. Swete. Licensed CC BY-SA 4.0.