Psalms52
The Judgment of the Wicked
1•Εἰς τὸ τέλος, ὑπὲρ μαελέθ· συνέσεως τῷ Δαυείδ. 2•Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ Οὐκ ἔστιν θεός. διέφθειραν καὶ ἐβδελύχθησαν ἐν ἀνομίαις, οὐκ ἔστιν ὁ ποιῶν ἀγαθόν. 3•ὁ θεὸς ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων, τοῦ ἰδεῖν εἰ ἔστιν συνίων ἡ ἐκζητῶν τὸν θεόν. 4•πάντες ἐξέκλιναν, ἄμα ἠχρεώθησαν, οὐκ ἔστιν ποιῶν ἀγαθόν, οὐκ ἔστιν ἕως ἑνός. 5•οὐχὶ γνώσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, οἱ ἔσθοντες τὸν λαόν μου βρώσει ἄρτου; τὸν θεὸν οὐκ ἐπεκαλέσαυτο. 6•ἐκεῖ φοβηθήσονται φόβον οὗ οὐκ ἦν φόβος, ὅτι ὁ θεὸς διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων· κατῃσχύνθησαν, ὅτι ὁ θεὸς ἐξουδένωσεν αὐτούς. 7•τίς δώσει ἐκ Σιὼν τὸ σωτήριον τοῦ Ἰσραήλ; ἐν τῷ ἀποστρέψαι Κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ ἀγαλλιάσεται Ἰακὼβ καὶ εὐφρανθήσεται Ἰσραήλ.
Text: H.B. Swete. Licensed CC BY-SA 4.0.