Skip to content

Reading / swete-lxx / psalms / 99

※ TRANSLATION
FOLIO § 02 · PSA.99
CHAPTER 99

Psalms99

Swete Greek Septuagint · 6 verses · ~1 min reading

The LORD Is Holy

Ἀλαλάξατε τῷ κυρίῳ, πᾶσα ἡ γῆ, δουλεύσατε τῷ κυρίῳ ἐν εὐφροσύνῃ, εἰσέλθατε ἐνώπιον αὐτοῦ ἐν ἀγαλλιάσει. γνῶτε ὅτι Κύριος, αὐτός ἐστιν ὁ θεός· αὐτὸς ἐποίησεν ἡμᾶς καὶ οὐχ ἡμεῖς, λαὸς αὐτοῦ καὶ πρόβατα τῆς νομῆς αὐτοῦ. εἰσέλθατε εἰς τὰς πύλας αὐτοῦ ἐν ἐξομολογήσει, τὰς αὐλὰς αὐτοῦ ἐν ὕμνοις· ἐξομολογεῖσθε αὐτῷ, αἰνεῖτε τὸ ὄνομα αὐτοῦ, ὅτι χρηστὸς Κύριος, εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, καὶ ἕως γενεᾶς καὶ γενεᾶς ἡ ἀλήθεια αὐτοῦ. Ψαλμὸς εἰς ἐξομολόγησιν.

Text: H.B. Swete. Licensed CC BY-SA 4.0.