Skip to content

Reading / swete-lxx / psalms / 63

※ TRANSLATION
FOLIO § 02 · PSA.63
CHAPTER 63

Psalms63

Swete Greek Septuagint · 10 verses · ~1 min reading

Thirsting for God

Bἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυείδ. Εἰσάκουσον, ὁ θεός, τῆς προσευχῆς μου ἐν τῷ δέεσθαί με πρὸς σέ, ἀπὸ φόβου ἐχθροῦ ἐξελοῦ τὴν ψυχήν μου. οἵτινες ἠκόνησαν ὡς ῥομφαίαν τὰς γλώσσας αὐτῶν, ἐνέτειναν τόξον πρᾶγμα πικρόν, τοῦ κατατοξεῦσαι ἐν ἀποκρύφοις ἄμωμον· ἐξάπινα κατατοξεύσουσιν αὐτὸν καὶ οὐ φοβηθήσονται. ἐκραταίωσαν ἑαυτοῖς λόγον πονηρόν, διηγήσαντο τοῦ κρύψαι παγίδας· εἶπαν Τἰς ὄψεται αὐτούς; ἐξηραύνησαν ἀνομίαν, ἐξέλιπον ἐξεραυνῶντες ἐξεραυνήσει· προσελεύσεται ἄνθρωπος καὶ καρδία βαθεῖα, καὶ ὑψωθήσεται ὁ θεός. βέλος νηπίων ἐγενήθησαν αἱ πληγαὶ αὐτῶν, καὶ ἐξουθένησαν αὐτὸν αἱ γλῶσσαι αὐτῶν. ἐταράχθησαν πάντες οἱ θεωροῦντες αὐτούς, καὶ ἐφοβήθη πᾶς ἄνθρωπος· καὶ ἀνήγγειλαν τὰ ἔργα τοῦ θεοῦ, καὶ τὰ ποιήματα αὐτοῦ συνῆκαν. εὐφρανθήσεται δίκαιος ἐπὶ τῷ κυρίῳ, καὶ ἐλπιεῖ ἐπʼ αὐτόν. καὶ ἐπαινεσθήσονται πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ.

Text: H.B. Swete. Licensed CC BY-SA 4.0.