Skip to content

Reading / swete-lxx / psalms / 53

※ TRANSLATION
FOLIO § 02 · PSA.53
CHAPTER 53

Psalms53

Swete Greek Septuagint · 9 verses · ~1 min reading

The Folly of the Godless

Εἰς τὸ τέλος, ἐν ὕμνοις· συνέσεως τῷ Δαυείδ, ἐν τῷ ἐλθεῖν τοὺς Ζειφαίους· καὶ εἶπεν τῷ Σαούλ Οὐκ ἰδοὺ Δαυεὶδ κέκρυπται παρʼ ἡμῖν; Ὁ θεός, ἐν τῷ ὀνόματί σου σῶσόν με, καὶ ἐν τῇ δυνάμει σου κρῖνόν με. ὁ θεός, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὰ ῥήματα τοῦ στόματός μου. ὅτι ἀλλότριοι ἐπανέστησαν ἐπʼ ἐμέ, καὶ κραταιοὶ ἐζήτησαν τὴν ψυχὴν μου· οὐ προέθεντο τὸν θεὸν ἐνώπιον αὐτῶν. διάφαλμα. ἰδοὺ γὰρ ὁ θεὸς βοηθεῖ μοι. καὶ ὁ κύριος ἀντιλήμπτωρ τῆς ψυχῆς μου. ἀποστρέψει τὰ κακὰ τοῖς ἐχθροῖς μου· ἐν τῇ ἀληθείᾳ σου ἐξολόθρευσον αὐτούς. ἑκουσίως θύσω σοι, ἐξομολογήσομαι τῷ ὀνόματί σου, ὅτι ἀγαθόν· ὅτι ἐκ πάσης θλίψεως ἐρύσω με. καὶ ἐν τοῖς ἐχθροῖς μου ἐπεῖδεν ὁ ὀφθαλμός μου.

Text: H.B. Swete. Licensed CC BY-SA 4.0.