Skip to content

Reading / swete-lxx / psalms / 125

※ TRANSLATION
FOLIO § 02 · PSA.125
CHAPTER 125

Psalms125

Swete Greek Septuagint · 6 verses · ~1 min reading

The LORD Surrounds His People

ᾨδὴ τῶν ἀναβαθμῶν. Ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν Σιὼν ἐγενήθημεν ὡς παρακεκλημένοι. τότε ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν καὶ ἡ γλῶσσα ἡμῶν ἀγαλλιάσεως· τότε ἐροῦσιν ἐν τοῖς ἔθνεσιν Ἐμεγάλυνεν Κύριος τοῦ ποιῆσαι μετʼ αὐτῶν. ἐμεγάλυνεν Κύριος τοῦ ποιῆσαι μεθʼ ἡμῶν, ἐγενήθημεν εὐφραινόμενοι. ἐπίστρεψον, Κύριε. τὴν αἰχμαλωσίαν ἡμῶν ὡς ὁ χειμάρρους ἐν τῷ νότῳ. οἱ σπείροντες ἐν δάκρυσιν ἐν ἀγαλλιάσει θεριοῦσιν. πορευόμενοι ἐπορεύοντο, καὶ ἔκλαιον αἴροντες τὰ σπέρματα αὐτῶν· ἐρχόμενοι δὲ ἥξουσιν ἐυ ἀγαλλιάσει αἴροντες τὰ δράγματα αὐτῶν.

Text: H.B. Swete. Licensed CC BY-SA 4.0.