Skip to content

Reading / swete-lxx / psalms / 115

※ TRANSLATION
FOLIO § 02 · PSA.115
CHAPTER 115

Psalms115

Swete Greek Septuagint · 9 verses · ~1 min reading

Glory Belongs to God Alone

Ἐπίστευσα, διὸ ἐλάλησα· ἐγὼ δὲ ἐταπεινώθην σφόδρα. ἐγὼ εἶπα ἐν τῇ ἐκστάσει μου Πᾶς ἄνθρωπος ψεύστης. τί ἀνταποδώσω τῷ κυρίῳ περὶ ὧν ἀνταπέδωκέν μοι; ποτήριον σωτηρίου λήμψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι. τίμιος ἐναντίον Κυρίου ὁ θάυατος τῶν ὁσίων αὐτοῦ. ὦ Κύριε. ἐγὼ δοῦλος σός. ἐγὼ δοῦλος σὸς καὶ υἱὸς τῆς παιδίσκης σου· διέρρηξας τοὺς δεσμούς μου. σοὶ θύσω θυσίαν αἰνέσεως· Ἁλληλουιά. τὰς εὐχάς μου ἀποδώσω τῷ κυρίῳ ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ, ἐν αὐλαῖς οἴκου Κυρίου, ἐν μέσῳ σου, Ἰερουσαλήμ.

Text: H.B. Swete. Licensed CC BY-SA 4.0.