Skip to content

Reading / swete-lxx / psalms / 120

※ TRANSLATION
FOLIO § 02 · PSA.120
CHAPTER 120

Psalms120

Swete Greek Septuagint · 8 verses · ~1 min reading

A Song of Ascents

Ἦρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη· πόθεν ἥξει ἡ βοήθειά ἡ βοήθειά μου παρὰ Κυρίου τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν. μὴ δῷς εἰς σάλον τὸν πόδα σου, μηδέ νυστάξει ὁ φυλάσσων σε. ἰδοὺ οὐ νυστάξει οὐδὲ ἐξυπνώσει ὁ φυλάσσων τὸν Ἰσραήλ. Κύριος φυλάξει σε, Κύριος σκέπη σου ἐπὶ χεῖρα δεξιάν σου· ἡμέρας ὁ ἥλιος οὐκ ἐκκαύσει σε, καὶ ἡ σελήνη τὴν νύκτα. Ὠδὴ τῶν ἀναβαθμῶν. Κύριος φυλάξει σε ἀπὸ παντὸς κακοῦ, φυλάξαι τὴν ψυχήν σου. Κύριος φυλάξει τὴν εἴσοδόν σου καὶ τὴν ἔξοδόν σου ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.

Text: H.B. Swete. Licensed CC BY-SA 4.0.