Skip to content

Reading / swete-lxx / psalms / 128

※ TRANSLATION
FOLIO § 02 · PSA.128
CHAPTER 128

Psalms128

Swete Greek Septuagint · 8 verses · ~1 min reading

The Blessings of the Fear of the LORD

Πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου, εἰπάτω δὴ Ἰσραήλ· πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου, καὶ γὰρ οὐκ ἠδυνήθησαν μοι. ἐπὶ τοῦ νώτου μου ἐτέκταινον οἱ ἁμαρτωλοί, ἀμάκρυναν τὴν ἀνομίαν αὐτῶν· Κύριος δίκαιος συνέκοψεν αὐχένα ἁμαρτωλῶν· αἰσχυνθήτωσαν καὶ ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω πάντες οἱ μισοῦντες Σιών· ᾨδὴ τῶν ἀναβαθμῶν. γενηθήτωσαν ὡς χόρτος δωμάτων, ὃς πρὸ τοῦ ἐκσπασθῆναι ἐξηράνθη· οὗ οὐκ ἐπλήρωσεν τὴν χεῖρα αὐτοῦ ὁ θερίζων, καὶ τὸν κόλπον αὐτοῦ ὁ τὰ δράγματα συλλέγων· καὶ οὐκ εἶπαν οἱ παράγοντες Εὐλογία Κυρίου ἐφʼ ἡμᾶς, εὐλογήσομεν ὑμᾶς ἐν ὀνόματι Κυρίου.

Text: H.B. Swete. Licensed CC BY-SA 4.0.