Skip to content

Reading / swete-lxx / psalms / 69

※ TRANSLATION
FOLIO § 02 · PSA.69
CHAPTER 69

Psalms69

Swete Greek Septuagint · 6 verses · ~1 min reading

Save Me, O God

Είς τὸ τέλος· τῷ Δαυείδ εἰς ἀγάμνησιν, εἰς τὸ Σῶσαί με Κύριον. Ὁ θεός, εἰς τὴν βοήθειάν μου πρόσχες· αἰσχυνθείησαν καὶ ἐντραπείησαν οἱ ζητοῦντές μου τὴν ψυχὴν. ἀποστραφείησαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθείησαν οἱ βουλόμενοί μοι κακά· ἀποστραφείησαν παραυτίκα αἰσχυνόμενοι οἱ λέγοντές μοι Εὐγε εὖγε. ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές σε, καὶ λεγέτωσαν διὰ παντός Μεγαλυνθήτω ὁ θεός, οἱ ἀγαπῶντες τὸ σωτήριόν σου. ἐγὰ δὲ πτωχὸς καὶ πένης· ὁ θεός, βοήθησόν μοι· βοηθός μου καὶ ῥύστης μου εἶ σύ· Κύριε. μὴ χρονίσῃς.

Text: H.B. Swete. Licensed CC BY-SA 4.0.