Skip to content

Reading / swete-lxx / psalms / 92

※ TRANSLATION
FOLIO § 02 · PSA.92
CHAPTER 92

Psalms92

Swete Greek Septuagint · 6 verses · ~1 min reading

A Song for the Sabbath

Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο· ἐυεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο, καὶ γὰρ ἐστερέωσεν τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται ἕτοιμος ὁ θρόνος σου ἀπὸ τότε· ἀπὸ τοῦ αἰῶνος σὺ εἶ ἐπῆραν οἱ ποταμοί, Κύριε, ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν. ἀπὸ φωνῶν ὑδάτων πολλῶυ θαυμαστοὶ οἱ μετεωρισμοὶ τῆς θαλάσσης· θαυμαστὸς ἐν ὑψηλοῖς ὁ κύριος. τὰ μαρτύριά σου ἐπιστώθησαν σφόδρα· τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν. Εἰς τὴν ἡμέραν τοῦ προσαββάτου, ὅτε κατῴκισται ἡ γῆ· αἴνος ᾠδης τῷ Δαυείδ.

Text: H.B. Swete. Licensed CC BY-SA 4.0.