Skip to content

Reading / swete-lxx / psalms / 56

※ TRANSLATION
FOLIO § 02 · PSA.56
CHAPTER 56

Psalms56

Swete Greek Septuagint · 12 verses · ~1 min reading

Trust in God When Afraid

Εἰς τὸ τέλος· μὴ διαφθείρῃς· τῷ Δαυεὶδ εἰς στηλοΣαούλ γραφίαν, εν τῷ αὐτὸν ἀποδιδράσκειν ἀπὸ προσώπου εἰς τὸ σπήλαιον. Ἐλέησόν με, ὁ θεός, ἐλέησόν με· ὅτι ἐπὶ σοὶ πέποιθεν ἡ ψυχὴ μου, καὶ ἐν τῇ σκιῷ τῶν πτερύγων σου ἐλπιῶ ἕως οὗ παρέλθῃ ἡ ἀνομία. κεκράξομαι πρὸς τὸν θεὸν τὸν ὕψιστον, τὸν θεὸν τὸν εὐεργετήσαντά με. διάψαλμα. ἐξαπέστειλεν ἐξ οὐρανοῦ καὶ ἔσωσέν με, ἔδωκεν εἰς ὄνειδος τοὺς καταπατοῦντάς με· ἐξαπέστειλεν ὁ θεὸς τὸ ἔλεος αὐτοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ, καὶ ἐρύσατο τὴν ψυχὴν μου ἐκ μέσου σκύμνων. ἐκοιμήθην τεταραγμένος· υἱοὶ ἀνθρώπων, οἱ ὀδόντες αὐτῶν ὅπλον καὶ βέλη, καὶ ἡ γλῶσσα αὐτῶν μάχαιρα ὀξεῖα. ὑψώθητι ἐπὶ τοὺς οὐρανούς, ὁ θεός, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου. παγίδας ἡτοίμασαν τοῖς ποσίν μου, καὶ κατέκαμψαν τὴν ψυχήν μου· ὤρυξαν πρὸ προσώπου μου βόθρον, καὶ ἐυέπεσαν εἰς αὐτόν. έτοίμη ἡ καρδία μου. ὁ θεός, ἑτοίμη ἡ καρδία μου, ᾄσομαι καὶ ψαλῶ. ἐξεγέρθητι ἡ δόξα μου. ἐξεγέρθητι, ψαλτήριον καὶ κιθάρα· ἐξεγερθήσομαι ὄρθρου. ἐξομολογήσομαί σοι ἐν λαοῖς, κύριε. ψαλῶ σοι ἐν ἔθνεσιν· ὅτι ἐαλύνθη ἕως τῶν οὐρανῶν τὸ ἔλεός σου. καὶ ἕως τῶν νεφελῶν ἡ ἀλήθειά σου. διάψαλμα. ὑψώθητι ἐπὶ τοὺς οὐρανούς, ὁ θεός, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου.

Text: H.B. Swete. Licensed CC BY-SA 4.0.