Skip to content

Reading / swete-lxx / psalms / 124

※ TRANSLATION
FOLIO § 02 · PSA.124
CHAPTER 124

Psalms124

Swete Greek Septuagint · 6 verses · ~1 min reading

Our Help Is in the Name of the LORD

Οἱ πεποιθότες ἐπὶ Κύριον ὡς ὄρος Σιῶν· οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα ὁ κατοικῶν Ἰερουσαλήμ. ὄρη κύκλῳ αὐτῆς, καὶ Κύριος κύκλῳ τοῦ λαοῦ αὐτοῦ ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. ὅτι οὐκ ἀφήσει τὴν ῥάβδον τῶν ἁμαρτωλῶν ἐπὶ τὸν κλῆρον τῶν δικαίων. ὅπως ἂν μὴ ἐκτείνωσιν οἱ δίκαιοι ἐν ἀνομίᾳ χεῖρας αὐτῶν. ἀγάθυνον, Κύριε, τοῖς ἀγαθοῖς καὶ τοῖς εὐθέσι τῇ καρδίᾳ· τοὺς δὲ ἐκκλίνοντας εἰς τὰς στραγγαλιὰς ἀπάξει Κύριος μετὰ τῶν ἐργαζομένων τὴν ἀνομίαν. εἰρήνη ἐπὶ τὸν Ἰσραήλ. ᾨδὴ τῶν ἀναβαθμῶν.

Text: H.B. Swete. Licensed CC BY-SA 4.0.