Skip to content

Reading / swete-lxx / psalms / 14

※ TRANSLATION
FOLIO § 02 · PSA.XIV
CHAPTER XIV

Psalms14

Swete Greek Septuagint · 6 verses · ~1 min reading

The Folly of the Godless

Κύριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου ; καὶ τίς κατασκηνώσει ἐν τῷ ὄρει τῷ ἁγίῳ σου ; πορευόμενος ἄμωμος καὶ ἐργαζόμενος δικαιοσύνην, λαλῶν ἀλήθειαν ἐν καρδίᾳ αὐτοῦ· ὃς οὐκ ἐδόλωσεν ἐν γλώσσῃ αὐτοῦ, οὐδὲ ἐποίησεν τῷ πλησίον αὐτοῦ κακόν, καὶ ὀνειδισμὸν οὐκ ἔλαβεν ἐπὶ τοὺς ἔγγιστα αὐτοῦ· ἐξουδένωται ἐνώπιον αὐτοῦ πονηρευόμενος, τοὺς δὲ φοβουμένους Κύριον δοξάζει· ὁ ὀμνύων τῷ πλησίον αὐτοῦ καὶ οὐκ ἀθετῶν· τὸ ἀργύριον αὐτοῦ οὐκ ἔδωκεν ἐπὶ τόκῳ, καὶ δῶρα ἐπʼ ἀθῴοις οὐκ ἔλαβεν· ὁ ποιῶν ταῦτα οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα. Ψαλμὸς τῷ Δαυείδ.

Text: H.B. Swete. Licensed CC BY-SA 4.0.