Skip to content

Reading / swete-lxx / psalms / 81

※ TRANSLATION
FOLIO § 02 · PSA.81
CHAPTER 81

Psalms81

Swete Greek Septuagint · 9 verses · ~1 min reading

A Call to Listen to God

Ὁ θεὸς ἔστη ἐν συναγωγῇ θεῶν, ἐν μέσῳ δὲ θεοὺς διακρίνει. ἕως πότε κρίνετε ἀδικίαν, καὶ πρόσωπα ἁμαρτωλῶν λαμβάνετε; διάψαλμα. κρίνατε ὀρφανὸν καὶ πτωχόν, ταπεινὸν καὶ πέυητα δικαιώσατε· ἐξέλεσθε πένητα καὶ πτωχόν, ἐκ χειρὸς ἁμαρτωλοῦ ῥύσασθε. οὐκ ἔγνωσαν οὐδὲ συνῆκαν. ἐν σκότει διαπορεύονται· σαλευθήσοναι πάντα τὰ θεμέλια τῆς γῆς. ἐγὼ εἶπα Θεοί ἐστε καὶ υἱοὶ Υψἰστου πάντες· ὑμεῖς δὲ δὴ ὡς ἄνθρωποι ἀποθνήσκετε, καὶ ὡς εἴς τῶν ἀρχόντων πίπτετε. ἀνάστα, ὁ θεός, κρῖνον τὴν γῆν· ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσιν τοῖς ἔθνεσιν. Ψαλμὸς τῷ Ἀσάφ.

Text: H.B. Swete. Licensed CC BY-SA 4.0.