Skip to content

Reading / swete-lxx / psalms / 122

※ TRANSLATION
FOLIO § 02 · PSA.122
CHAPTER 122

Psalms122

Swete Greek Septuagint · 5 verses · ~1 min reading

Prayer for Jerusalem

Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὣς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς. ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς. ὅτι ἐπὶ πολὺ ἐπληθύνθημεν ἐξουδενώσεως· ἐπὶ πλεῖον ἐπληθύνθη ἡ ψυχὴ ἡμῶν· τὸ ὄνειδος τοῖς εὐθηνοῦσιν καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις. ᾨδὴ τῶν ἀναβαθμῶν.

Text: H.B. Swete. Licensed CC BY-SA 4.0.