Psalms83
A Prayer Against Israel's Enemies
1•Εἰς τὸ τέλος, ὐπὲρ τῶν ληνῶν· τοῖς υἱοῖς Κόρε ψαλμός. 2•Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, Κύριε τῶν δυνάμεων. 3•ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχὴ μου εἰς τὰς αὐλὰς τοῦ κυρίου· ἡ καρδία μου καὶ ἡ σάρξ μου ἠγαλλιάσαντο ἐπὶ θεὸν ζῶντα. 4•καὶ γὰρ στρουθίον εὗρεν ἑαυτῷ οἰκίαν, καὶ τρυγὼν νοσσιὰν ἑαυτῇ οὗ θήσει τὰ νοσσία αὐτῆς· τὰ θυσιαστήριά σου, Κύριε τῶν δυνάμεων, ὁ βασιλεύς μου καὶ ὁ θεός μου. 5•μακάριοι πάντες οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου, εἰς τοὺς αἰῶνας τῶν αἰώνων αἰνέσουσίν σε. διάψαλμα. 6•μακάριος ἀνὴρ οὗ ἐστιν ἡ ἀντίλημψις αὐτοῦ παρὰ σοῦ, Κύριε· ἀναβάσεις ἐν τῇ καρδίᾳ αὐτοῦ διέθετο, 7•ἐν τῇ κοίλαδι τοῦ κλαυθμῶνος, εἰς τόπον ὃν ἔθετο. καὶ γὰρ εὐλογίας δώσει ὁ νομοθετῶν· 8•πορεύσονται ἐκ δυνάμεως εἰς δύναμιν, ὀφθήσεται ὁ θεὸς τῶν θεῶν ἐν Σιών. 9•Κύριε ὁ θεὸς τῶν δυνάμεαον, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι, ὁ θεὸς Ἰακώβ. διάφαλμα. 10•ὑπερασπιστὰ ἡμῶν ἴδε ὁ θεός, καὶ ἐπίβλεψον ἐπὶ τὸ πρόσαωπον τοῦ χριστοῦ σου. 11•ὅτι κρείσσων ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπέρ χιλιάδας· ἐξελεξάμην παραριπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ θεοῦ μᾶλλον ἡ οἰκεῖν ἐπὶ σκηνώμασιν ἁμαρτωλῶν. 12•ὄτι ἔλεον καὶ ἀλῆθειαν ἀγαπᾷ Κύριος ὁ θεός, χάριν καὶ δόξαν δώσει· Κύριος οὐχ ὑστερήσει τὰ ἀγαθὰ τοὺς πορευομένους ἐν ἀκακίᾳ. 13•Κύριε τῶν δυνάμεων, μακάριος ἄνθρωπος ὁ ἐλπίζων ἐπὶ σέ.
Text: H.B. Swete. Licensed CC BY-SA 4.0.