Skip to content

Reading / swete-lxx / psalms / 150

※ TRANSLATION
FOLIO § 02 · PSA.150
CHAPTER 150

Psalms150

Swete Greek Septuagint · 7 verses · ~1 min reading

Let Everything Praise the LORD

Αἰνεῖτε τὸν θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι δυνάμεως αὐτοῦ· αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ· αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ· αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. τᾶσα πνοὴ αἰνεσάτω τὸν κύριον. ἁλληλουιά. Ἁλληλουιά.

Text: H.B. Swete. Licensed CC BY-SA 4.0.