Skip to content

Reading / swete-lxx / psalms / 12

※ TRANSLATION
FOLIO § 02 · PSA.XII
CHAPTER XII

Psalms12

Swete Greek Septuagint · 6 verses · ~1 min reading

A Plea for Help

Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυείδ. Ἕως πότε, Κύριε, ἐπιλήσῃ μου εἰς τέλος ; ἕως πότε ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπʼ ἐμοῦ ; ἕως τίνος θήσομαι βουλὰς ἐν ψυχῇ μου, ὀδύνας ἐν καρδίᾳ μου ἡμέρας ; ἕως πότε ὑψωθήσεται ὁ ἐχθρός μου ἐπʼ ἐμέ ; ἐπίβλεψον, εἰσάκουσόν μου, Κύριε ὁ θεός μου· φώτισον τοὺς ὀφθαλμούς, μὴ ποτε ὑπνώσω εἰς θάνατον, μή ποτε εἴπῃ ὁ ἐχθρός μου Ἴσχυσα πρὸς αὐτόν· οἱ θλίβοντές με ἀγαλλιάσονται ἐὰν σαλευθῶ. ἐγὼ δὲ ἐπὶ τῷ ἐλέει σου ἤλπισα· ἀγαλλιάσεται ἡ καρδία μου ἐν τῷ σωτηρίῳ σου· ᾄσω τῷ κυρίῳ τῷ εὐεργετήσαντί με, καὶ ψαλῶ τῷ ὀνόματι Κυρίου τοῦ ὑψίστου.

Text: H.B. Swete. Licensed CC BY-SA 4.0.