Skip to content

Reading / swete-lxx / psalms / 66

※ TRANSLATION
FOLIO § 02 · PSA.66
CHAPTER 66

Psalms66

Swete Greek Septuagint · 8 verses · ~1 min reading

Come and See the Works of God

Εἰς τὸ τέλος, ἐν δμνοις· ψαλμὸς τῷ Δαυείδ. Ὁ θεός, οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς. ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφʼ ἡμᾶς. διαψαλμα. τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου, καὶ ἐν πᾶσιν ἔθνεσιν τὸ σωτήριόν σου ἐξομολογησάσθωσαν λαοί, ὁ θεός, ἐξομολογησάσθωσαν λαοὶ πάντες. εὐφρανθήτωσαν καὶ ἀγαλλιάσθωσαν ἔθνη, ὅτι κρινεῖς λαοὺς ἐν εὐθύτητι, καὶ ἔθνη ἐν τῆ γῇ ὁδηγήσεις. διάψαλμα. ἐξομολογησάσθωσάν σοι λαοί, ὁ θεός, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες. γῆ ἔδωκεν τὸν καρπὸν αὐτῆς· εὐλογήσαι ἡμᾶς ὁ θεὸς ὁ θεὸς ἡμῶν, εὐλογήσαι ἡμᾶς ὁ θεός, καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς.

Text: H.B. Swete. Licensed CC BY-SA 4.0.