Skip to content

Reading / swete-lxx / psalms / 46

※ TRANSLATION
FOLIO § 02 · PSA.46
CHAPTER 46

Psalms46

Swete Greek Septuagint · 10 verses · ~1 min reading

God Is Our Refuge and Strength

Εἰς τὸ τέλος· ὑπερ τῶν υἱῶν Κόρε ψαλμός. ΙΙάντα τὰ ἔθνη κροτήσατε χεῖρας. ἀλαλάξατε τῷ θεῷ ἐν φωνῇ ἀγαλλιάσεως. ὅτι Κύριος Ὕψιστος φοβερός. βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν. ὑπέταξεν λαοὺς ἡμῖν, καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν· ἐξελέξατο ἡμῖν τὴν κληρονομίαν αὐτοῦ, τὴν καλλονὴν Ἰακὼβ ἣν ἠγάπησεν. διάψαλμα. ἀνέβη ὁ θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος. ψάλατε τῷ θεῷ ἡμῶν, ψάλατε· ψάλατε τῷ βασιλεῖ ἡμῶν, ψάλατε· ὅτι βασιλεὺς πάσης τῆς γῆς ὁ θεός, ψάλατε συνετῶς. ἐβασίλευσεν ὁ θεὸς ἐπὶ τὰ ἔθνη, ὁ θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ. ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ θεοῦ Ἀβραάμ, ὅτι τοῦ θεοῦ οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπήρθησαν.

Text: H.B. Swete. Licensed CC BY-SA 4.0.