Skip to content

Reading / swete-lxx / psalms / 151

※ TRANSLATION
FOLIO § 02 · PSA.151
CHAPTER 151

Psalms151

Swete Greek Septuagint · 7 verses · ~1 min reading

Μικρὸς ἤμην ἐν τοῖς ἀδελφοῖς μου. καὶ νεώτερος ἐν τῷ οἴκῳ τοῦ πατρός μου· ἐποίμαινον τὰ πρόβατα τοῦ πατρός μου. αἱ χεῖρές μου ἐποίησαν 'ὄργανον, οἱ δάκτυλοί μου ἥρμοσαν ψαλτήριον. καὶ τίς ἀναγγελεῖ τῷ κυρίῳ μου; αὐτὸς Κύριος, αὐτὸς εἰσακούει. αὐτὸς ἐξαπέστειλεν τὸν ἄγγελον αὐτοῦ, καὶ ἤρέν με ἐκ τῶν προβάτων τοῦ πατρός μου, καὶ ἔχρισέν με ἐν τῷ ἐλαίῳ τῆς χρίσεως αὐτοῦ. οἱ ἀδελφοί μου καλοὶ καὶ μεγάλοι, καὶ οὐκ εὐδόκησεν ἐν αὐτοῖς Κύριος. Οὗτος ὁ ψαλμὸς ἰδιόγραφος εἰς Δαυεὶδ καὶ ἔξωθεν τοῦ ἀριθμοῦ, ὅτε ἐμονομάκησεν τῷ Γολιάδ. ἐξῆλθον εἰς συνάντησιν τῷ ἀλλοφύλῳ, καὶ ἐπικατηράσατό με ἐν τοῖς εἰδώλοις αὐτοῦ· ἐγὼ δὲ σπασάμενος τὴν παρʼ αὐτοῦ μάχαιραν ἀπεκεφάλισα αὐτόν, καὶ ἤρα ὄνειδος ἐξ υἱῶν Ἰσραήλ.

Text: H.B. Swete. Licensed CC BY-SA 4.0.