Psalms111
Praise for God's Works
1•Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θέλει σφόδρα· 2•δυνατὸν ἐν τῇ γῇ ἔσται τὸ σπέρμα αὐτοῦ, γενεὰ εὐθείων εὐλογηθήσεται· 3•δόξα καὶ πλοῦτος ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. 4•ἐξανέτειλεν ἐν σκότει φῶς τοῖς εὐθέσι· ἐλεήμων καὶ οἰκτίρμων καὶ δίκαιος. 5•χρηστὸς ἀνὴρ ὁ οἰκτίρμων καὶ κιχρῶν, οἰκονομήσει τοὺς λόγους αὐτοῦ ἐν κρίσει· 6•ὅτι εἰς τὸν αἰῶνα οὐ σαλευθήσεται· εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. 7•ἀπὸ ἀκοῆς πονηρᾶς οὐ φοβηθήσεται· ἑτοίμη ἡ καρδία αὐτοῦ ἐλπίζειν ἐπὶ τὸν κύριον. 8•ἐστήρικται ἡ καρδία αὐτοῦ, οὐ φοβηθήσεται, ἕως οὗ ἐφίδῃ τοὺς ἐχθροὺς αὐτοῦ. 9•ἐσκόρπισεν, ἔδωκεν τοῖς πένησιν, ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· τὸ κέρας αὐτοῦ ὑψωθήσεται ἐν δόξῃ. 10•Ἁλληλουιά. ἁμαρτωλὸς ὄψεται καὶ ὀργισθήσεται, τοὺς ὀδόντας αὐτοῦ βρύξει καὶ τακήσεται· ἐπιθυμία ἁμαρτωλῶν ἀπολεῖται.
Text: H.B. Swete. Licensed CC BY-SA 4.0.